καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν
Солонгос (католик Библи)
시몬은 트리폰이 유다 땅에 침입하여 유다를 멸망시키려고 큰 군대를 모았다는 소식을 들었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
1 Маккавей LXX эх бичвэрийн үг сурах 13-р бүлэг
LXX source: 1Mac
καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν
시몬은 트리폰이 유다 땅에 침입하여 유다를 멸망시키려고 큰 군대를 모았다는 소식을 들었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ εἶδεν τὸν λαόν ὅτι ἔντρομός ἐστιν καὶ ἔκφοβος καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤθροισεν τὸν λαὸν
그리고 백성이 공포에 떠는 것을 보고, 예루살렘으로 올라와 그들을 모아
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας ἃς εἴδομεν
격려하며 말하였다. “나와 내 형제들과 내 아버지의 집안이 율법과 성소를 위하여 무슨 일을 하였는지, 그리고 우리가 겪은 전쟁과 고통이 어떠하였는지 바로 여러분이 잘 알고 있습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ καὶ κατελείφθην ἐγὼ μόνος
그러한 일들 때문에 내 형제들이 모두 이스라엘을 위하여 죽고, 나 혼자 남았습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου
나는 내 형제들보다 나을 것이 없기 때문에, 이제 나는 어떠한 고난의 때에도 내 목숨을 결코 아끼지 않겠습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν
모든 이민족들이 악의에 차서 우리를 멸망시키려고 모였습니다. 나는 반드시 내 민족과 성소와 여러분의 아내와 자식들의 원수를 갚겠습니다.”
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων
이 말을 듣고 백성의 사기가 되살아났다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου τοῦ ἀδελφοῦ σου
그래서 그들은 큰 소리로 대답하였다. “유다와 당신의 아우 요나탄 대신에 이제 당신이 우리의 지도자입니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
πολέμησον τὸν πόλεμον ἡμῶν καὶ πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιήσομεν
우리의 전쟁을 맡아 싸워 주십시오. 당신이 우리에게 말하는 것은 무엇이든지 하겠습니다.”
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν
시몬은 전사들을 모두 모아, 서둘러 예루살렘의 성벽을 수축하는 일을 끝내고 그 둘레를 튼튼히 하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ᾿ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ
그리고 강력한 군대와 함께 압살롬의 아들 요나탄을 야포로 보내어, 그곳에 있는 자들을 내쫓고 거기에 머무르게 하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλθεῖν εἰς γῆν Ιουδα καὶ Ιωναθαν μετ᾿ αὐτοῦ ἐν φυλακῇ
마침내 트리폰은 유다 땅을 침입하려고, 큰 군대를 이끌고 프톨레마이스에서 떠났다. 요나탄도 감시를 받으며 그와 함께 갔다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου
시몬은 평야 맞은쪽 하디다에 진을 쳤다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων
트리폰은 시몬이 그의 아우 요나탄 대신에 나서서 자기와 전쟁을 하려 한다는 것을 알고, 그에게 사절을 보내어 이렇게 말하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
περὶ ἀργυρίου οὗ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι᾿ ἃς εἶχεν χρείας συνέχομεν αὐτόν
“우리는 그대의 아우 요나탄을 잡아 두고 있는데, 이는 그가 직책상 임금의 금고에 바쳐야 할 돈을 내지 않았기 때문이오.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ᾿ ἡμῶν καὶ ἀφήσομεν αὐτόν
그러니 지금 은 백 탈렌트를 보내시오. 그리고 그가 풀려난 뒤에 우리를 배반하지 못하도록, 그의 아들 둘을 인질로 보내시오. 그러면 우리가 그를 풀어 주겠소.”
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν
시몬은 그들의 말이 속임수라는 것을 알았지만, 백성에게 큰 원망을 사지 않으려고 사람을 보내어, 돈과 함께 아이들을 데려오게 하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
λέγοντες ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια ἀπώλετο
백성이 “시몬이 트리폰에게 돈과 아이들을 보내지 않아 요나탄이 죽었다.” 하고 원망할지 모르기 때문이었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκεν τὸν Ιωναθαν
그래서 시몬은 그들에게 아이들과 백 탈렌트를 보냈다. 그러나 트리폰은 시몬을 속이고 요나탄을 풀어 주지 않았다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἂν ἐπορεύετο
그 뒤에 트리폰은 유다 지방을 침입하여 멸망시키려고 진격하였다. 그는 아도라로 가는 길을 돌아 진군하였다. 그러나 시몬과 그의 군대는 트리폰이 가는 곳마다 따라가 그에게 맞서 싸웠다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς
그때 성채에 있는 자들이 트리폰에게 전령들을 보내어, 광야를 거쳐 자기들에게 오라고 하면서 양식도 보내 달라고 독촉하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σφόδρα καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν
트리폰은 모든 기병대에게 떠날 준비를 시켰다. 그러나 그날 밤 아주 많은 눈이 내려, 그 눈 때문에 트리폰은 성채에 가지 못하고 대신 길앗 지방으로 떠나갔다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὡς δὲ ἤγγισεν τῆς Βασκαμα ἀπέκτεινεν τὸν Ιωναθαν καὶ ἐτάφη ἐκεῖ
그리고 바스카마에 가까이 이르렀을 때에 요나탄을 죽였다. 요나탄은 그곳에 묻혔다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ
그 뒤에 트리폰은 발길을 돌려 자기 땅으로 돌아갔다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεϊν πόλει τῶν πατέρων αὐτοῦ
시몬은 사람들을 보내어 자기 아우 요나탄의 유골을 거두어다가 조상들의 성읍 모데인에 묻었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς
온 이스라엘은 큰 소리로 통곡하며 여러 날 동안 그의 죽음을 애도하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἔμπροσθεν
시몬은 또 앞뒤를 매끈하게 간 돌로 자기 아버지와 형제들의 무덤 위에 기념비를 높이 세워 멀리서도 눈에 띄게 하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἔστησεν ἑπτὰ πυραμίδας μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς
그리고 자기 아버지와 어머니와 네 형제들을 기념하는 피라미드 일곱 개를 서로 마주 보게 세웠다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ταύταις ἐποίησεν μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐγγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν
또 그 곁에 구조물을 공들여 만들고 큰 기둥들로 둘러싼 다음, 기둥마다 영원한 기념물로서 무장 일체를 얹고 그 옆에 배들을 조각해 놓았다. 그리하여 바다를 항해하는 모든 이가 그것을 볼 수 있게 하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεϊν ἕως τῆς ἡμέρας ταύτης
이것이 바로 시몬이 모데인에 만들어 놓은 무덤인데, 오늘날까지도 그대로 남아 있다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν
트리폰은 나이 어린 안티오코스 임금을 배반하고 그를 죽였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς
그러고는 그 대신 자기가 임금이 되어 아시아의 왕관을 썼다. 그리고 그 땅에 큰 재앙을 불러들였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασιν
한편 시몬은 유다에 요새들을 지어 그곳을 높은 탑과 큰 성벽으로 둘러치고 성문과 빗장으로 튼튼히 한 다음, 그 안에 양식을 저장하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί
시몬은 또 사람들을 뽑아 데메트리오스 임금에게 보내어 유다 지방의 세금을 면제해 달라고 청하였다. 트리폰이 한 짓이라고는 모두 노략질뿐이었기 때문이다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην
그래서 데메트리오스 임금은 이러한 편지를 써 보냈다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ιουδαίων χαίρειν
“데메트리오스 임금이 대사제이며 임금의 벗인 시몬과 원로들과 유다 민족에게 인사합니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν τὰ ἀφέματα
귀하가 보낸 금관과 야자나무 가지는 잘 받았습니다. 우리는 기꺼이 여러분과 굳건한 화친을 맺고, 여러분에게 세금을 면제해 주도록 관리들에게 편지를 써 보내겠습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς ἕστηκεν καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήσατε ὑπαρχέτω ὑμῖν
우리가 여러분에게 허가한 것은 무엇이나 유효합니다. 또한 여러분이 세운 요새들도 여러분 차지입니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον ὃν ὠφείλετε καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ μηκέτι τελωνείσθω
여러분이 이 날까지 저지른 어떠한 실수나 잘못도 우리는 용서하고, 여러분이 우리에게 내야 하는 왕관 세도 면제합니다. 그리고 예루살렘에서 내던 다른 세금이 있다면, 그것도 이제 더 이상 낼 필요가 없습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς ἐγγραφέσθωσαν καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη
여러분 가운데 우리 친위대에 들어올 만한 사람이 있으면 들어오십시오. 우리 사이에 평화가 있기를 빕니다.”
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ισραηλ
백칠십년에 이스라엘은 이민족들의 멍에에서 벗어났다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων
백성은 모든 문서와 계약서에 ‘유다인들의 총독이며 지도자인 시몬 대사제 제일년’이라고 쓰기 시작하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο
그 무렵 시몬은 가자라를 향하여 진을 치고 그곳 둘레에 부대들을 배치하였다. 그는 공격 기구를 만들어 성읍 가까이에 끌어다 놓고, 탑 하나를 공격하여 점령하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει
공격 기구에 타고 있던 군사들이 그 성읍으로 뛰어들자, 그곳에서 큰 소동이 일어났다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι
성읍 주민들은 옷을 찢고 아내와 자식들과 함께 성벽 위로 올라가서, 큰 소리로 외치며 시몬에게 화해해 달라고 간청하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ εἶπαν μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν ἀλλὰ κατὰ τὸ ἔλεός σου
“우리를 우리 악행에 따라 대하지 마시고 당신의 자비로 대하여 주십시오.”
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ συνελύθη αὐτοῖς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως καὶ ἐκαθάρισεν τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν
그래서 시몬은 그들과 합의한 다음에 싸움을 멈추었다. 그러고 나서 그들을 성읍에서 쫓아내고, 우상들이 있던 집들을 정화한 다음, 찬미와 감사 노래를 부르며 그 안으로 들어갔다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας οἵτινες τὸν νόμον ποιήσωσιν καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν
또한 그는 성읍에서 온갖 부정한 것을 몰아내고, 율법을 지키는 이들을 거기에 살게 하였으며, 그곳을 더욱 튼튼하게 만들고 자기가 살 집을 그 안에 지었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῷ λιμῷ
예루살렘 성채에 있는 자들은 유다 지방을 오가면서 물건을 사고팔지 못하였기 때문에, 배가 몹시 고파 많은 자들이 굶어 죽었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβεῖν καὶ ἔδωκεν αὐτοῖς καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων
그들이 시몬에게 화해해 달라고 부르짖자, 시몬은 그 청을 들어주었다. 그러고 나서 시몬은 그들을 그곳에서 쫓아낸 다음, 부정한 것을 치우고 성채를 정화하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ισραηλ
백칠십일년 둘째 달 스무사흗날에 유다인들은 야자나무 가지를 들고서 찬미를 드리고, 비파와 자바라와 수금에 맞추어 찬미가와 노래를 부르며 그 안으로 들어갔다. 큰 적이 망하여 이스라엘에서 쫓겨났기 때문이다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἔστησεν κατ᾿ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ᾿ αὐτοῦ
시몬은 해마다 이날을 기뻐하며 지내도록 결정하였다. 그리고 성채 옆에 있는 성전 언덕을 더욱 튼튼하게 만들고, 거기에서 자기 군사들과 함께 살았다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτοῦ ὅτι ἀνήρ ἐστιν καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν καὶ ᾤκει ἐν Γαζαροις
시몬은 자기 아들 요한이 어른이 된 것을 보고, 그를 모든 군대의 장수로 삼았다. 요한은 가자라에서 살았다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй