🔒 Нэвтрэх нууц үг / 비밀번호 / Password

Грек 1 Маккавей — 5-р бүлэг

1 Маккавей LXX эх бичвэрийн үг сурах 5-р бүлэг

LXX source: 1Mac

1

καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα

Солонгос (католик Библи)

주변 민족들은 이전처럼 제단이 복구되고 성소가 봉헌되었다는 말을 듣고 몹시 화가 났다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

2

καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν

Солонгос (католик Библи)

그래서 그들은 저희 가운데에 사는 야곱의 후손들을 없애기로 작정하고, 그 백성을 죽이고 제거하기 시작하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

3

καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ τὴν Ακραβαττήνην ὅτι περιεκάθηντο τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν

Солонгос (католик Библи)

유다는 이스라엘인들을 포위한 이두매아의 에사우 자손들과 아크라바테네에서 싸워, 그들에게 큰 타격을 입히고 굴복시킨 다음 전리품을 빼앗았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

4

καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς

Солонгос (католик Библи)

그리고 길목에 숨어 있다가 이스라엘 백성에게 올가미와 덫을 씌우곤 하던 브온 자손들의 악행을 기억하고는,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

5

καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν

Солонгос (католик Библи)

그들을 여러 탑에 가두고 에워쌌다. 유다는 그들을 완전히 없애 버리기로 맹세하고 탑과 그 안에 있는 자들을 모두 불태워 버렸다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

6

καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν

Солонгос (католик Библи)

그가 또 암몬 자손들에게 건너가 보니, 거기에는 강한 군대와 수많은 백성이 있었다. 그들의 지휘관은 티모테오스였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

7

καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτούς

Солонгос (католик Библи)

유다는 그들과 여러 번 맞서 싸웠는데 그들은 그때마다 그 앞에서 무너졌다. 이렇게 유다는 그들을 쳐부수었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

8

καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν

Солонгос (католик Библи)

그는 또 야제르와 거기에 딸린 마을들도 점령하고 유다로 돌아왔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

9

καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα

Солонгос (католик Библи)

길앗의 이민족들은 저희 영토 안에 사는 이스라엘인들을 없애 버리려고 집결하였다. 이스라엘인들은 다테마 요새로 달아나,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

10

καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς

Солонгос (католик Библи)

유다와 그의 형제들에게 이러한 편지를 보냈다. “우리 주위의 이민족들이 우리를 없애 버리려고 집결하였습니다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

11

καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς κατεφύγομεν καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν

Солонгос (католик Библи)

그들은 우리가 피신해 있는 이 요새에 쳐들어와 점령할 준비를 하는데, 티모테오스가 그 군대를 지휘하고 있습니다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12

νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος

Солонгос (католик Библи)

그러니 어서 와 그들의 손에서 우리를 구해 주십시오. 우리 가운데 벌써 많은 이들이 쓰러지고,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13

καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν

Солонгос (католик Библи)

톱에 있던 우리 형제들도 모조리 살해되었습니다. 이민족들은 우리 형제들의 아내와 자식들을 잡아가고 재산을 빼앗아 갔으며, 그곳에서 장정을 천 명쯤 죽였습니다.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

14

ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα

Солонгос (католик Библи)

이 편지를 읽고 있을 때, 갈릴래아에서 다른 전령들이 옷이 찢어진 채 도착하여 이렇게 보고하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

15

λέγοντες ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς

Солонгос (католик Библи)

“프톨레마이스와 티로와 시돈에서 온 자들과, ‘이민족들의 갈릴래아’ 전 주민이 우리를 몰살하려고 집결하였습니다.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

16

ὡς δὲ ἤκουσεν Ιουδας καὶ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν

Солонгос (католик Библи)

유다는 백성과 함께 이 보고를 듣고 큰 집회를 소집하여, 적에게 공격을 받아 고통을 겪는 동포들을 위하여 어떻게 할 것인지 의논하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

17

καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ ἐγὼ δὲ καὶ Ιωναθαν ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν

Солонгос (католик Библи)

유다가 자기 형 시몬에게 말하였다. “형님은 병사들을 골라 갈릴래아로 가서 동포들을 구해 내십시오. 나는 동생 요나탄과 길앗으로 가겠습니다.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

18

καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν

Солонгос (католик Библи)

그리고 그는 유다 땅을 지키기 위하여, 즈카르야의 아들 요셉과 백성의 지도자 아자르야에게 나머지 군대를 맡겨 그곳에 남겨 놓았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

19

καὶ ἐνετείλατο αὐτοῖς λέγων πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς

Солонгос (католик Библи)

그는 그들에게 이렇게 명령하였다. “너희는 이 백성 곁에 있어라. 우리가 돌아올 때까지 이민족들과 싸우려고 하지 마라.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

20

καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν

Солонгос (католик Библи)

갈릴래아로 가는 시몬에게는 병사 삼천이 배당되고, 길앗으로 가는 유다에게는 병사 팔천이 배당되었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

21

καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ

Солонгос (католик Библи)

시몬은 갈릴래아로 가서 이민족들과 여러 차례 맞서 싸웠다. 이민족들이 그 앞에서 무너지자,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

22

καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν

Солонгос (католик Библи)

그는 프톨레마이스 성문까지 뒤쫓아 갔다. 이민족들의 병사가 삼천 명쯤 쓰러지고, 시몬은 그들에게서 전리품을 거두었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

23

καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα ὅσα ἦν αὐτοῖς καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης

Солонгос (католик Библи)

그는 갈릴래아와 아르바타에 살던 동포들, 그리고 그 아내들과 아이들과 모든 재산을 되찾고, 크게 기뻐하며 그들을 유다 땅으로 데려왔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

24

καὶ Ιουδας Μακκαβαῖος καὶ Ιωναθαν ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ

Солонгос (католик Библи)

유다 마카베오와 그의 동생 요나탄은 요르단을 건넌 다음, 광야에서 사흘 길을 진군하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

25

καὶ συνήντησαν τοῖς Ναβαταίοις καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι

Солонгос (католик Библи)

그곳에서 그들은 나바태아인들을 만났는데, 그들은 유다의 군대를 평화롭게 맞이하면서 길앗의 유다 동포들에게 일어난 일을 낱낱이 일러 주었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

26

καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι

Солонгос (католик Библи)

큰 요새 성읍들인 보소라, 보소르, 알레마, 카스포, 마켓, 카르나임에 동포들이 많이 갇혀 있고,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

27

καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ

Солонгос (католик Библи)

길앗의 나머지 성읍들에도 더러 갇혀 있다는 것이었다. 그리고 적들은 그 이튿날 요새들을 공격하여 점령하고 단 하루에 이들을 모두 없애 버리기로 하였다는 것이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

28

καὶ ἀπέστρεψεν Ιουδας καὶ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί

Солонгос (католик Библи)

그러자 유다와 그의 군대는 재빨리 방향을 돌려, 광야를 가로질러 보소라로 가서 그 성읍을 점령하였다. 거기에서 그는 남자들을 모조리 칼로 쳐 죽이고 전리품을 모두 거둔 다음에 그 성읍을 불태워 버렸다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

29

καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα

Солонгос (католик Библи)

그러고 나서 밤중에 군대를 이끌고 그곳을 떠나 다테마 요새에 이르는 곳까지 갔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

30

καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς οὗ οὐκ ἦν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς

Солонгос (католик Библи)

그들이 아침에 눈을 들어 보니, 수없이 많은 무리가 요새를 점령하려고 사다리와 공격 기구를 들고 쳐들어가는 것이었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

31

καὶ εἶδεν Ιουδας ὅτι ἦρκται πόλεμος καὶ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ

Солонгос (католик Библи)

유다는 싸움이 이미 시작되어, 성읍에서 지르는 함성이 나팔 소리와 고함 소리와 함께 하늘까지 치솟는 것을 보고,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

32

καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν

Солонгос (католик Библи)

자기 군대의 병사들에게 “오늘 우리 동포들을 위하여 싸워라!” 하고 격려하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

33

καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ

Солонгос (католик Библи)

그들은 세 부대로 나뉘어 나팔을 불고 큰 소리로 기도를 올리며 적의 뒤쪽으로 진군하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

34

καὶ ἐπέγνω παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας

Солонгос (католик Библи)

티모테오스의 군대가 마카베오를 보고서는 그 앞에서 달아나자, 마카베오가 그들에게 큰 타격을 입혔다. 그날에 적군의 병사가 팔천쯤 쓰러졌다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

35

καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί

Солонгос (католик Библи)

유다는 마아파로 방향을 돌려, 그 성읍을 공격하여 점령하고 그곳의 남자들을 모두 죽였다. 그리고 전리품을 거둔 다음에 그곳을 불태워 버렸다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

36

ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος

Солонгос (католик Библи)

그는 거기에서 더 나아가 카스포와 마켓과 보소르와 길앗의 나머지 성읍들도 점령하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

37

μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου

Солонгос (католик Библи)

이러한 일이 있은 뒤, 티모테오스는 다른 군대를 모아 강 건너 라폰 맞은쪽에 진을 쳤다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

38

καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν δύναμις πολλὴ σφόδρα

Солонгос (католик Библи)

유다가 사람들을 보내어 적진을 살펴보게 하였더니, 그들이 이렇게 보고하였다. “우리 주위의 모든 이민족들이 티모테오스와 합세하여 매우 큰 군대를 조직하였습니다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

39

καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν

Солонгос (католик Библи)

그는 자기 군대를 돕게 하려고 아라비아인까지 용병으로 고용하여 강 건너에 진을 치고, 당신과 싸우려고 진격 준비를 갖추었습니다.” 그러자 유다는 그들과 싸우러 나갔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

40

καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς

Солонгос (католик Библи)

유다와 그의 군대가 강으로 다가가고 있을 때, 티모테오스는 자기 군대의 장수들에게 말하였다. “유다가 먼저 우리 쪽으로 건너오면 우리는 그를 당해 내지 못하여, 그가 틀림없이 우리를 이길 것이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

41

ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν

Солонгос (католик Библи)

그러나 그가 겁을 먹고 강 건너에 진을 치면, 우리가 그에게로 건너가 그를 이길 수 있을 것이다.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

42

ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον

Солонгос (католик Библи)

유다는 강에 다가가 군대의 장교들을 강가에 배치하고 나서, “아무도 진을 치지 못하게 하여라. 모두 나가 싸워야 한다.” 하고 그들에게 명령하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

43

καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς λαὸς ὄπισθεν αὐτοῦ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν

Солонгос (католик Библи)

이어서 유다가 적군을 치러 먼저 강을 건너자 모두 그의 뒤를 따라 건넜다. 그들 앞에서 이민족들은 무너져 무기를 내던지고 카르나임에 있는 신전으로 달아났다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

44

καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ καὶ ἐτροπώθη Καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου

Солонгос (католик Библи)

유다의 군대는 그 성읍을 점령하고 신전과 그 안에 있던 모든 것을 불태워 버렸다. 이렇게 해서 카르나임이 굴복하여 더 이상 유다에게 맞설 수 없게 되었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

45

καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν παρεμβολὴν μεγάλην σφόδρα ἐλθεῖν εἰς γῆν Ιουδα

Солонгос (католик Библи)

유다는 길앗의 모든 이스라엘인을 낮은 사람에서 높은 사람에 이르기까지, 그리고 그 아내와 아이들과 재산을 모아 매우 큰 집단을 이루고 유다 땅으로 들어왔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

46

καὶ ἦλθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἀριστεράν ἀλλ᾿ διὰ μέσου αὐτῆς πορεύεσθαι

Солонгос (католик Библи)

그들이 에프론에 이르렀는데 그곳은 길목에 있는 크고 튼튼한 요새 성읍이었다. 그리고 그 성읍은 오른쪽으로도 왼쪽으로도 돌아가는 길이 없기 때문에, 그 가운데로 지나갈 수밖에 없었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

47

καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις

Солонгос (католик Библи)

그러나 그 성읍 주민들은 그들이 들어오지 못하게 하고 돌로 성문을 막아 버렸다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

48

καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς πλὴν τοῖς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ

Солонгос (католик Библи)

유다가 그들에게 평화의 말을 전하였다. “우리는 우리 땅으로 가기 위하여 여러분의 땅을 지나려고 합니다. 우리는 결코 여러분에게 나쁜 짓을 하지 않겠습니다. 걸어서 지나가려는 것뿐입니다.” 그러나 그들은 성문을 열어 주려고 하지 않았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

49

καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ἐστιν τόπῳ

Солонгос (католик Библи)

유다는 군대에 알려 저마다 서 있는 곳에 진을 치게 하라고 명령하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

50

καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη πόλις ἐν χειρὶ αὐτοῦ

Солонгос (католик Библи)

군대의 병사들이 진을 치고 그날 밤낮을 꼬박 싸운 끝에, 그 성읍이 유다의 손에 넘어갔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

51

καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων

Солонгос (католик Библи)

그는 남자들을 모두 칼로 쳐 죽이고 성읍을 완전히 무너뜨린 다음, 전리품을 거두고는 죽은 자들을 밟으며 그 성읍을 지나갔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

52

καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν

Солонгос (католик Библи)

그들은 요르단을 건너 벳 스안 맞은쪽 큰 평야에 이르렀다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

53

καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν ἕως ἦλθεν εἰς γῆν Ιουδα

Солонгос (католик Библи)

유다는 길을 가는 동안 내내 낙오자들을 모으고 백성을 격려하면서, 마침내 유다 땅에 이르렀다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

54

καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ

Солонгос (католик Библи)

그들은 기쁘고 즐겁게 시온 산으로 올라가 번제물을 바쳤다. 그들 가운데 아무도 쓰러지지 않고 무사히 돌아왔기 때문이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

55

καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος

Солонгос (католик Библи)

유다와 요나탄이 길앗 땅에 있고, 그의 형 시몬이 프톨레마이스 맞은쪽 갈릴래아 땅에 있을 때였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

56

ἤκουσεν Ιωσηφ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν

Солонгос (католик Библи)

즈카르야의 아들 요셉, 그리고 그와 함께 군대를 지휘하던 아자르야는 마카베오 형제들의 용맹과 전공을 전해 듣고

Монгол эх бичвэрийн харьцуулалт байхгүй

57

καὶ εἶπον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν

Солонгос (католик Библи)

말하였다. “우리도 나가 주위의 이민족들과 싸워서 우리 이름을 떨칩시다.”

Монгол эх бичвэрийн харьцуулалт байхгүй

58

καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν

Солонгос (католик Библи)

그리하여 그들은 저희 군대 병사들에게 명령을 내려 얌니아로 진군하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

59

καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον

Солонгос (католик Библи)

그러자 고르기아스와 그의 병사들이 성읍에서 나와 그들을 맞아 싸웠다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

60

καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας

Солонгос (католик Библи)

그 결과 요셉과 아자르야는 패배하여 유다 경계까지 쫓기게 되었다. 그날에 이스라엘 백성 가운데 이천 명가량이 쓰러졌다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

61

καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι

Солонгос (католик Библи)

이 백성이 크게 패배한 것은, 자기들도 용맹을 떨치려고 유다와 그의 형제들의 말을 듣지 않았기 때문이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

62

αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν

Солонгос (католик Библи)

사실 그들은 하느님을 대신하여 이스라엘을 구원한 사람들의 후손이 아니었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

63

καὶ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν

Солонгос (католик Библи)

유다라는 인물과 그의 형제들은, 그 이름을 들은 온 이스라엘과 모든 이민족들 앞에서 크게 존경을 받았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

64

καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες

Солонгос (католик Библи)

사람들이 몰려들어 그들을 칭송하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

65

καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν

Солонгос (католик Библи)

유다와 그의 형제들은 더 나아가 남쪽 땅에 있는 에사우의 자손들과 싸워, 헤브론과 거기에 딸린 마을들을 쳐부수고 요새들을 허물며 둘레에 있는 탑들을 불태워 버렸다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

66

καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν

Солонгос (католик Библи)

유다는 필리스티아인들 땅으로 더 나아가 마레사를 지나갔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

67

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως

Солонгос (католик Библи)

그날 용맹을 떨치려 한 사제들이 싸우다가 쓰러졌다. 그들이 무모하게 싸우러 나갔기 때문이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

68

καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα

Солонгос (католик Библи)

유다는 필리스티아인들의 땅 아스돗으로 방향을 돌렸다. 거기에서 유다는 그들의 제단을 헐고 신상들을 불태워 버렸다. 그리고 여러 성읍에서 전리품을 거두어 가지고 유다 땅으로 돌아왔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй