κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ
Солонгос (католик Библи)
전능하신 주님, 이스라엘의 하느님! 고통 받는 목숨과 지친 영혼이 당신을 향하여 부르짖습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
Барук LXX эх бичвэрийн үг сурах 3-р бүлэг
LXX source: Bar+EpJer
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ
전능하신 주님, 이스라엘의 하느님! 고통 받는 목숨과 지친 영혼이 당신을 향하여 부르짖습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου
주님, 들어 주소서. 저희가 당신께 죄를 지었으니 자비를 베푸소서.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα
당신께서는 영원히 좌정하여 계시지만, 저희는 영원히 멸망하게 되었습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά
전능하신 주님, 이스라엘의 하느님! 이제 이스라엘의 죽은 자들과 당신 앞에서 죄를 지은 그 자손들의 기도를 들어 주소서. 그들은 주 그들의 하느님의 말씀을 듣지 않아, 저희에게 재앙이 닥치게 하였습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ
저희 조상들의 불의한 행실을 기억하지 마시고, 이제는 당신의 권능과 이름을 기억해 주소서.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν καὶ αἰνέσομέν σε κύριε
당신은 주 저희 하느님이십니다. 주님, 저희가 당신을 찬양하겠습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου
당신께서는 저희 마음에 당신에 대한 경외심을 새겨 주셔서 당신의 이름을 부르게 하셨습니다. 저희는 유배살이를 하면서도 당신을 찬양하겠습니다. 당신 앞에서 죄를 지은 저희 조상들의 모든 불의를 저희 마음에서 떨쳐 버렸습니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν
보십시오, 오늘날 저희는 당신께서 저희를 흩어 버리신 곳에서 유배살이를 하며, 수치와 저주와 벌을 받고 있습니다. 이것은 저희 조상들이 주 저희 하느님을 떠나 저지른 온갖 불의한 행실 때문입니다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἄκουε Ισραηλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν
이스라엘아! 생명의 계명을 들어라. 귀를 기울여 예지를 배워라.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τί ἐστιν Ισραηλ τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ
이스라엘아! 어찌하여, 네가 어찌하여 원수들의 땅에서 살며 남의 나라에서 늙어 가느냐?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
συνεμιάνθης τοῖς νεκροῖς προσελογίσθης μετὰ τῶν εἰς ᾅδου
네가 어찌하여 죽은 자들과 함께 더럽혀지고 저승으로 가는 자들과 함께 헤아려지게 되었느냐?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας
네가 지혜의 샘을 저버린 탓이다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα
네가 하느님의 길을 걸었더라면 너는 영원히 평화롭게 살았으리라.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
μάθε ποῦ ἐστιν φρόνησις ποῦ ἐστιν ἰσχύς ποῦ ἐστιν σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη
예지가 어디에 있고 힘이 어디에 있으며 지식이 어디에 있는지를 배워라. 그러면 장수와 생명이 어디에 있고 눈을 밝혀 주는 빛과 평화가 어디에 있는지를 함께 깨달으리라.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τίς εὗρεν τὸν τόπον αὐτῆς καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς
누가 지혜의 자리를 찾았으며 누가 지혜의 보고에 들어갔는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς
민족들의 통치자들은 어디 있으며 땅의 짐승들을 지배하던 자들은 어디 있는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν
하늘의 새들을 가지고 놀던 자들은 어디 있으며 사람들이 의지하고 끝없이 가지려 드는 금과 은을 쌓아 둔 자들은 어디 있는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν
수고한 흔적도 찾지 못하면서 돈을 벌려고 꾀하고 애쓰던 자들은 어디 있는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ᾿ αὐτῶν
그들은 사라져 저승으로 내려가 버리고 그들 대신 다른 이들이 일어났다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν
새로운 세대가 빛을 보며 땅 위에서 살았지만 슬기의 길은 알지 못하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήθησαν
그들은 슬기의 행로를 깨치지도 파악하지도 못하고 그들의 자손들은 그 조상들의 길에서 멀어졌다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὐδὲ ἠκούσθη ἐν Χανααν οὐδὲ ὤφθη ἐν Θαιμαν
슬기에 관하여 가나안에서 들어 볼 수 없고 그것을 테만에서 찾아볼 수 없었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς
세상의 지식을 구하던 하가르의 자손들 메란과 테만의 상인들 이야기꾼들과 지식의 길을 구하던 이들도 지혜의 길을 알지 못하고 그 행로를 기억하지 못하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὦ Ισραηλ ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ
아 이스라엘아, 하느님의 집이 얼마나 크고 그분의 소유지가 얼마나 넓으냐!
Монгол эх бичвэрийн харьцуулалт байхгүй
μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος
크고 끝없고 높아 잴 수가 없다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ᾿ ἀρχῆς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον
이름난 거인들이 예로부터 거기에서 났는데 그들은 키가 크고 싸움에 능하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὐ τούτους ἐξελέξατο ὁ θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς
그러나 하느님께서는 그들을 선택하지 않으시고 그들에게 슬기의 길을 주지도 않으셨다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν
그들은 예지가 없어 망하였고 생각이 모자라 망하였다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν
누가 하늘에 올라가 슬기를 잡았으며 누가 구름에서 슬기를 끌어 내렸는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ
누가 바다를 건너 슬기를 찾아냈으며 누가 순금을 주고 슬기를 사 오겠는가?
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς
슬기의 길을 아는 이도 없고 그 행로를 깊이 생각하는 이도 없다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων
모든 것을 보시는 그분만이 슬기를 아시고 당신의 지식으로 그것을 찾아내신다. 이 세상이 영원하도록 마련하신 그분께서 그곳을 네발 가진 짐승들로 채우셨다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ
그분께서 보내시니 빛이 가고 그분께서 부르시니 빛이 떨며 복종한다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν
별들은 때맞추어 빛을 내며 즐거워한다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς
그분께서 별들을 부르시니 “여기 있습니다.” 하며 자기들을 만드신 분을 위하여 즐겁게 빛을 낸다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
οὗτος ὁ θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν
이분께서 우리 하느님이시니 어느 누구도 이분께 견줄 수 없다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ
그분께서 슬기의 길을 모두 찾아내시어 당신 종 야곱과 당신께 사랑받는 이스라엘에게 주셨다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй
μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη
그러고 나서야 땅 위에 슬기가 나타나 사람들과 어울리게 되었다.
Монгол эх бичвэрийн харьцуулалт байхгүй