🔒 Нэвтрэх нууц үг / 비밀번호 / Password

Грек LXX Естер — 3-р бүлэг

LXX Естер LXX эх бичвэрийн үг сурах 3-р бүлэг

LXX source: Esth, full LXX Esther stream with suffix refs preserved

Еврей үндсэн бичвэр: Еврей Естерийн ном. Энэ грек хуудас нь Esth-ийн LXX Естерийн бүрэн дараалал болон нэмэлт хэсэг, жижиг үсгийн дагавартай эшлэлийн тэмдэглэгээг хадгална.

1

μετὰ δὲ ταῦτα ἐδόξασεν βασιλεὺς Ἀρταξέρξης Αμαν Αμαδαθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

2

καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ οὕτως γὰρ προσέταξεν βασιλεὺς ποιῆσαι δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

3

καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

4

καθ᾿ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ καὶ οὐχ ὑπήκουεν αὐτῶν καὶ ὑπέδειξαν τῷ Αμαν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον καὶ ὑπέδειξεν αὐτοῖς Μαρδοχαῖος ὅτι Ιουδαῖός ἐστιν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

5

καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος ἐθυμώθη σφόδρα

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

6

καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ιουδαίους

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

7

καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου καὶ ἔπεσεν κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός ὅς ἐστιν Αδαρ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

8

καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

9

εἰ δοκεῖ τῷ βασιλεῖ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

10

καὶ περιελόμενος βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Αμαν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ιουδαίων

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

11

καὶ εἶπεν βασιλεὺς τῷ Αμαν τὸ μὲν ἀργύριον ἔχε τῷ δὲ ἔθνει χρῶ ὡς βούλει

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12

καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν ὡς ἐπέταξεν Αμαν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δι᾿ Ἀρταξέρξου τοῦ βασιλέως

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13

καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν Ιουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου ὅς ἐστιν Αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13a

τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13b

πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13c

πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ᾿ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Αμαν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13d

ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ᾿ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13e

διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13f

προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τοῦ ἐνεστῶτος ἔτους

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13g

ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

14

τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

15

ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσαν δὲ βασιλεὺς καὶ Αμαν ἐκωθωνίζοντο ἐταράσσετο δὲ πόλις

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй