🔒 Нэвтрэх нууц үг / 비밀번호 / Password

Грек LXX Естер — 8-р бүлэг

LXX Естер LXX эх бичвэрийн үг сурах 8-р бүлэг

LXX source: Esth, full LXX Esther stream with suffix refs preserved

Еврей үндсэн бичвэр: Еврей Естерийн ном. Энэ грек хуудас нь Esth-ийн LXX Естерийн бүрэн дараалал болон нэмэлт хэсэг, жижиг үсгийн дагавартай эшлэлийн тэмдэглэгээг хадгална.

1

καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπῆρχεν Αμαν τῷ διαβόλῳ καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτῇ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

2

ἔλαβεν δὲ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Αμαν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ καὶ κατέστησεν Εσθηρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Αμαν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

3

καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ιουδαίοις

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

4

ἐξέτεινεν δὲ βασιλεὺς Εσθηρ τὴν ῥάβδον τὴν χρυσῆν ἐξηγέρθη δὲ Εσθηρ παρεστηκέναι τῷ βασιλεῖ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

5

καὶ εἶπεν Εσθηρ εἰ δοκεῖ σοι καὶ εὗρον χάριν πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

6

πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

7

καὶ εἶπεν βασιλεὺς πρὸς Εσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ιουδαίοις τί ἔτι ἐπιζητεῖς

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

8

γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν καὶ σφραγίσατε τῷ δακτυλίῳ μου ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

9

ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί ὅς ἐστι Νισα τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους καὶ ἐγράφη τοῖς Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτῶν λέξιν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

10

ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

11

ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12

ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός ὅς ἐστιν Αδαρ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12a

ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12b

βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12c

πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12d

καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12e

πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ᾿ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μεταιτίους αἱμάτων ἀθῴων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12f

τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12g

σκοπεῖν δὲ ἔξεστιν οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν ὅσα ἐστὶν παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12h

καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ᾿ εἰρήνης παρεξόμεθα

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12i

χρώμενοι ταῖς μεταβολαῖς τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ᾿ ἐπιεικεστέρας ἀπαντήσεως

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12k

ὡς γὰρ Αμαν Αμαδαθου Μακεδών ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12l

ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12m

οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12n

τόν τε ἡμέτερον σωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Εσθηρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12o

διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12p

ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ιουδαίους εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12q

ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12r

καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Αμαν Αμαδαθου ἀποσταλεῖσι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12s

τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας ἐᾶν τοὺς Ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τῇ αὐτῇ ἡμέρᾳ

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12t

ταύτην γὰρ πάντα δυναστεύων θεὸς ἀντ᾿ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12u

καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12x

πᾶσα δὲ πόλις χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ᾿ ὀργῆς οὐ μόνον ἀνθρώποις ἄβατος ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13

τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ ἑτοίμους τε εἶναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

14

οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

15

δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

16

τοῖς δὲ Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

17

κατὰ πόλιν καὶ χώραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοῖς Ιουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τῶν Ιουδαίων

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй