🔒 Нэвтрэх нууц үг / 비밀번호 / Password

Грек Тобит — 14-р бүлэг

Тобит LXX эх бичвэрийн үг сурах 14-р бүлэг

LXX source: TobS

1

καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ

Солонгос (католик Библи)

토빗의 찬양 노래는 이렇게 끝난다. 토빗은 백열두 살에 평화로이 죽어 장엄한 장례식과 함께 니네베에 묻혔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

2

καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη καὶ ἑξήκοντα δύο ἐτῶν ἦν ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ

Солонгос (католик Библи)

그가 시력을 잃은 것은 예순두 살 때였는데, 시력을 되찾은 뒤에도 그는 자선을 베풀었다. 또 줄곧 하느님을 찬미하고 그분의 위대함을 찬양하며 부유하게 살았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

3

καὶ ὅτε ἀπέθνῃσκεν ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων παιδίον ἀπάγαγε τὰ παιδία σου

Солонгос (католик Библи)

토빗은 죽을 때가 되자 자기 아들 토비야를 불러 이렇게 분부하였다. “얘야, 네 자식들을 데리고

Монгол эх бичвэрийн харьцуулалт байхгүй

4

καὶ ἀπότρεχε εἰς Μηδίαν ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη ἐλάλησεν Ναουμ ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ οὓς ἀπέστειλεν θεός πάντα ἀπαντήσει καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα εἶπεν θεός συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς καὶ ἔσται πᾶσα γῆ τοῦ Ισραηλ ἔρημος καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου

Солонгос (католик Библи)

서둘러 메디아로 피신하여라. 나훔이 니네베를 두고 선포한 하느님의 말씀을 나는 믿는다. 그 모든 말씀이 그대로 이루어져서 아시리아와 니네베에 그대로 실현될 것이다. 하느님께서 파견하신 이스라엘의 예언자들이 한 말씀이 모두 실현될 것이다. 그 말씀들은 하나도 빠지지 않고 모두 제때에 성취될 것이다. 그러니 아시리아나 바빌론보다 메디아가 더 안전하다. 하느님께서 하신 말씀은 모두 그대로 실행되고 그대로 이루어진다는 것을 나는 알고 또 믿는다. 그 말씀들은 하나도 어김이 없다. 그리고 이스라엘 땅에 사는 우리의 동포들은 모두 그 좋은 땅에서 쫓겨나 흩어지고 유배를 갈 것이다. 이스라엘의 온 땅이 황무지가 될뿐더러 사마리아와 예루살렘까지 황무지가 되고, 하느님의 집은 불에 탄 채 얼마 동안 슬픔에 잠겨 있을 것이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

5

καὶ πάλιν ἐλεήσει αὐτοὺς θεός καὶ ἐπιστρέψει αὐτοὺς θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον καὶ οὐχ ὡς τὸν πρῶτον ἕως τοῦ χρόνου οὗ ἂν πληρωθῇ χρόνος τῶν καιρῶν καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ

Солонгос (католик Библи)

그렇지만 하느님께서는 다시 그들에게 자비를 베푸시어 이스라엘 땅으로 돌아가게 하실 것이다. 그러면 그들은 하느님의 집을 다시 지을 것이다. 그러나 그 집은 정해진 때가 다 찰 때까지 첫 번째 집과 같지는 않을 것이다. 그 뒤에 모두 유배에서 돌아가 예루살렘을 화려하게 재건할 것이다. 그리고 그곳에 이스라엘의 예언자들이 말한 대로 하느님의 집도 세워질 것이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

6

καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ

Солонгос (католик Библи)

온 세상에 사는 민족들도 모두 마음을 돌이켜 하느님을 진심으로 경외할 것이다. 그리고 모두 자기들을 속여 잘못된 길로 이끈 우상들을 버리고,

Монгол эх бичвэрийн харьцуулалт байхгүй

7

πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας καὶ παραδοθήσεται αὐτοῖς καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ᾿ ἀληθείας καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς

Солонгос (католик Библи)

의로운 일을 하며 영원하신 하느님을 찬미할 것이다. 그날에 구원을 받고 하느님을 진심으로 생각하는 이스라엘의 모든 자손이 한데 모여 예루살렘으로 가서, 자기들에게 주어진 아브라함의 땅에서 영원히 안심하고 살 것이다. 하느님을 진심으로 사랑하는 이들은 기뻐하고, 죄와 불의를 저지르는 자들은 온 세상에서 없어질 것이다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

8-9

καὶ νῦν παιδία ἐγὼ ὑμῖν ἐντέλλομαι δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν καὶ νῦν σύ παιδίον ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε ἐν ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ᾿ ἐμοῦ αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ καὶ οὐκ αἰσχύνονται

Баталгаажсан Солонгос харьцуулалт байхгүй

Монгол эх бичвэрийн харьцуулалт байхгүй

10

ἰδέ παιδίον ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν καὶ ἀπέδωκεν θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου ἣν ἔπηξεν αὐτῷ Ναδαβ καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου καὶ ἀπώλεσεν αὐτόν

Солонгос (католик Библи)

언제가 되든 너의 어머니를 내 곁에 묻게 되면, 그날 밤도 이 성읍의 경계 안에서는 지내지 마라. 내가 보니 이곳에는 온갖 불의와 온갖 사기가 판을 치는데도, 사람들은 부끄러워하지 않는구나. 얘야, 나답이 자기를 키워 준 아키카르에게 한 짓을 보아라. 아키카르가 산 채로 땅속에 들어가야 하지 않았더냐? 그러나 하느님께서는 그 파렴치한 행위를 나답에게 직접 되갚으셨다. 그리하여 아키카르는 빛을 보고, 나답은 아키카르를 죽이려고 꾀하였기 때문에 영원한 어둠 속으로 들어갔다. 아키카르는 자선을 베푼 덕분에 나답이 쳐 놓은 죽음의 올무에서 빠져나오고, 오히려 나답이 그 죽음의 올무에 걸려 파멸하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

11

καὶ νῦν παιδία ἴδετε τί ποιεῖ ἐλεημοσύνη καὶ τί ποιεῖ ἀδικία ὅτι ἀποκτέννει καὶ ἰδοὺ ψυχή μου ἐκλείπει καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν καὶ ἐτάφη ἐνδόξως

Солонгос (католик Библи)

그러니 얘들아, 자선이 무엇을 가져오는지 보아라. 그리고 불의가 무엇을 가져오는지 보아라. 죽음뿐이다. 이제 내 숨이 끊어지려고 하는구나.” 사람들이 토빗을 침상에 눕히자 그가 죽었다. 그리고 장엄한 장례식과 함께 묻혔다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

12

καὶ ὅτε ἀπέθανεν μήτηρ αὐτοῦ ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπῆλθεν αὐτὸς καὶ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ

Солонгос (католик Библи)

그 뒤에 어머니가 죽자 토비야는 어머니를 아버지 곁에 묻었다. 그리고 아내와 함께 메디아로 가 엑바타나에서 장인 라구엘과 살았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

13

καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ

Солонгос (католик Библи)

그는 늙은 처부모를 존경하는 마음으로 잘 모시다가, 메디아의 엑바타나에 그들을 묻었다. 그리하여 그는 자기 아버지 토빗만이 아니라 라구엘의 재산까지 물려받았다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

14

καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως

Солонгос (католик Библи)

토비야는 영예롭게 살다가 백열일곱 살에 죽었다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй

15

καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν ἣν ᾐχμαλώτισεν Αχιαχαρος βασιλεὺς τῆς Μηδίας καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων

Солонгос (католик Библи)

그는 죽기 전에 니네베가 멸망하였다는 소식을 들었고, 또 메디아 임금 키아카레스가 니네베에서 포로로 잡은 자들이 메디아로 끌려오는 광경을 보았다. 그리고 하느님께서 니네베와 아시리아 사람들에게 하신 모든 일을 두고 하느님을 찬미하였다. 이렇게 토비야는 죽기 전에 니네베를 두고 기뻐하며 영원무궁하신 주 하느님을 찬미하였다.

Монгол эх бичвэрийн харьцуулалт байхгүй